Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.100 Joseph. AJ 9.104 (English) >>Joseph. AJ 9.108

9.102

Μετʼ οὐ πολὺ δὲ στρατὸς Ἀράβων τῶν ἔγγιστα τῆς Αἰθιοπίας κατοικούντων καὶ τῶν ἀλλοφύλων εἰς τὴν Ἰωράμου βασιλείαν ἐνέβαλε καὶ τήν τε χώραν διήρπασαν καὶ τὸν οἶκον τοῦ βασιλέως, ἔτι δὲ καὶ τοὺς υἱοὺς αὐτοῦ κατέσφαξαν καὶ τὰς γυναῖκας. εἷς δὲ αὐτῷ περιλείπεται τῶν παίδων διαφυγὼν τοὺς πολεμίους Ὀχοζίας ὄνομα. 9.103μετὰ δὲ ταύτην τὴν συμφορὰν αὐτὸς τὴν προειρημένην ὑπὸ τοῦ προφήτου νόσον ἐπὶ πλεῖστον νοσήσας χρόνον, ἐπέσκηψε γὰρ εἰς τὴν γαστέρα τὸ θεῖον αὐτοῦ τὴν ὀργήν, ἐλεεινῶς ἀπέθανεν ἐπιδὼν αὐτοῦ τὰ ἐντὸς ἐκρυέντα. περιύβρισε δʼ αὐτοῦ καὶ τὸν νεκρὸν λαός· 9.104λογισάμενος γὰρ οἶμαι τὸν οὕτως ἀποθανόντα κατὰ μῆνιν θεοῦ μηδὲ κηδείας τῆς βασιλεῦσι πρεπούσης ἄξιον εἶναι τυχεῖν, οὔτε ταῖς πατρῴαις ἐνεκήδευσεν αὐτὸν θήκαις οὔτε ἄλλης τιμῆς ἠξίωσεν, ἀλλʼ ὡς ἰδιώτην ἔθαψε, βιώσαντα μὲν ἔτη τεσσαράκοντα, βασιλεύσαντα δὲ ὀκτώ. παραδίδωσι δὲ τὴν ἀρχὴν δῆμος τῶν Ἱεροσολυμιτῶν τῷ παιδὶ αὐτοῦ Ὀχοζίᾳ. 9.105

Ἰώραμος δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς μετὰ τὴν Ἄδερος τελευτὴν ἐλπίσας Ἀραμώθα πόλιν τῆς Γαλαδίτιδος ἀφαιρήσεσθαι τοὺς Σύρους στρατεύει μὲν ἐπʼ αὐτὴν μετὰ μεγάλης παρασκευῆς, ἐν δὲ τῇ πολιορκίᾳ τοξευθεὶς ὑπό τινος τῶν Σύρων οὐ καιρίως ἀνεχώρησεν εἰς Ἱεζερήλην πόλιν ἰαθησόμενος ἐν αὐτῇ τὸ τραῦμα, καταλιπὼν ἐν τῇ Ἀραμώθα τὴν στρατιὰν ἅπασαν καὶ ἡγεμόνα τὸν Ἀμασῆ παῖδα Ἰηοῦν· ἤδη γὰρ αὐτὴν ᾑρήκει κατὰ κράτος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.100 Joseph. AJ 9.104 (English) >>Joseph. AJ 9.108

Powered by PhiloLogic